Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 25

Acts 25:17-22

Help us?
Click on verse(s) to share them!
17Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ,
19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν, ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμ κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα.»
22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, «Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.» Ὁ δέ, «Αὔριον,» φησίν, «ἀκούσῃ αὐτοῦ.»

Read Acts 25Acts 25
Compare Acts 25:17-22Acts 25:17-22