Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΑΞΕΙΣ - ΠΡΑΞΕΙΣ 11

ΠΡΑΞΕΙΣ 11:12-19

Help us?
Click on verse(s) to share them!
12εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι⸃ συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13ἀπήγγειλεν ⸀δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα· Ἀπόστειλον εἰς ⸀Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
16ἐμνήσθην δὲ τοῦ ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν τὸν θεὸν λέγοντες· ⸀Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν⸃.
19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.

Read ΠΡΑΞΕΙΣ 11ΠΡΑΞΕΙΣ 11
Compare ΠΡΑΞΕΙΣ 11:12-19ΠΡΑΞΕΙΣ 11:12-19