Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 23:24-33 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 23:24-33 in μετάφραση των εβδομήκοντα

24 Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.
25 Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοὶ, καὶ χαιρέτω ἡ τεκοῦσά σε.
26 Δός μοι υἱὲ σὴν καρδίαν, οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν.
27 Πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενὸν ἀλλότριον.
28 Οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται.
29 Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι δὲ ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί;
30 Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις.
31 Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου.
32 Τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
33 Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά.
ΠΑΡΟΙΜΙΑΙ 23 in μετάφραση των εβδομήκοντα