Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 23

ΠΑΡΟΙΜΙΑΙ 23:24-33

Help us?
Click on verse(s) to share them!
24Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.
25Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοὶ, καὶ χαιρέτω ἡ τεκοῦσά σε.
26Δός μοι υἱὲ σὴν καρδίαν, οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν.
27Πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενὸν ἀλλότριον.
28Οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται.
29Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι δὲ ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί;
30Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις.
31Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου.
32Τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
33Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά.

Read ΠΑΡΟΙΜΙΑΙ 23ΠΑΡΟΙΜΙΑΙ 23
Compare ΠΑΡΟΙΜΙΑΙ 23:24-33ΠΑΡΟΙΜΙΑΙ 23:24-33