Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΜΑΡΚΟΝ - ΜΑΡΚΟΝ 6

ΜΑΡΚΟΝ 6:30-41

Help us?
Click on verse(s) to share them!
30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ ⸀πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31καὶ ⸀λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
32καὶ ἀπῆλθον ⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον⸃ κατ’ ἰδίαν.
33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ⸀ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον ⸀αὐτούς.
34καὶ ἐξελθὼν ⸀εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ ⸀αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν⸃.
37ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεν αὐτοῖς φαγεῖν;
38ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους⸃; ⸀ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας.
39καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰ ἑκατὸν καὶ ⸁κατὰ πεντήκοντα.
41καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦ ἵνα ⸀παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.

Read ΜΑΡΚΟΝ 6ΜΑΡΚΟΝ 6
Compare ΜΑΡΚΟΝ 6:30-41ΜΑΡΚΟΝ 6:30-41