Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 21:14-23 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 21:14-23 in μετάφραση των εβδομήκοντα

14 Χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα.
15 Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν.
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
17 εἶπον Ἀαρὼν, ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.
18 πᾶς ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται· ἄνθρωπος τυφλὸς.
19 ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῳ σύντριμμα χειρὸς, ἢ σύντριμμα ποδὸς,
20 ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτίλλος τοὺς ὀφθαλμούς, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις.
21 Πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν.
22 Τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται.
23 Πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς.
ΛΕΥΙΤΙΚΟΝ 21 in μετάφραση των εβδομήκοντα