Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 21

ΛΕΥΙΤΙΚΟΝ 21:14-23

Help us?
Click on verse(s) to share them!
14Χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα.
15Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν.
16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
17εἶπον Ἀαρὼν, ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.
18πᾶς ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται· ἄνθρωπος τυφλὸς.
19ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῳ σύντριμμα χειρὸς, ἢ σύντριμμα ποδὸς,
20ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτίλλος τοὺς ὀφθαλμούς, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις.
21Πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν.
22Τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται.
23Πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς.

Read ΛΕΥΙΤΙΚΟΝ 21ΛΕΥΙΤΙΚΟΝ 21
Compare ΛΕΥΙΤΙΚΟΝ 21:14-23ΛΕΥΙΤΙΚΟΝ 21:14-23