Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:8-15

Help us?
Click on verse(s) to share them!
8Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.»
9Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, «Πῶς δύναται ταῦτα γενέσθαι;»
10Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις;
11Ἀμήν, ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
12Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
13Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς—ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.
14Καί, καθὼς Μωσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου,
15ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:8-15ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:8-15