Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:4-8

Help us?
Click on verse(s) to share them!
4Λέγει πρὸς αὐτὸν Νικόδημος· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;»
5Ἀπεκρίθη Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
6Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν.
7Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, ‹Δεῖ ὑμᾶς γεννηθῆναι Ἄνωθεν.›
8Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:4-8ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:4-8