Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΣΜΑ 4:12-16 in Ancient Greek (to 1453)

Help us?

ΑΣΜΑ 4:12-16 in μετάφραση των εβδομήκοντα

12 Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη·
13 Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων·
14 Νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον, μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα, ἀλὼθ, μετὰ πάντων πρώτων μύρων,
15 πηγὴ κήπου, καὶ φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
16 Ἐξεγέρθητι βοῤῥᾶ, καὶ ἔρχου Νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
ΑΣΜΑ 4 in μετάφραση των εβδομήκοντα