Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΣΜΑ - ΑΣΜΑ 4

ΑΣΜΑ 4:12-16

Help us?
Click on verse(s) to share them!
12Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη·
13Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων·
14Νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον, μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα, ἀλὼθ, μετὰ πάντων πρώτων μύρων,
15πηγὴ κήπου, καὶ φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
16Ἐξεγέρθητι βοῤῥᾶ, καὶ ἔρχου Νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.

Read ΑΣΜΑ 4ΑΣΜΑ 4
Compare ΑΣΜΑ 4:12-16ΑΣΜΑ 4:12-16