Text copied!
Bibles in Ancient Greek (to 1453)

ΑΡΙΘΜΟΙ 23:20-27 in Ancient Greek (to 1453)

Help us?

ΑΡΙΘΜΟΙ 23:20-27 in μετάφραση των εβδομήκοντα

20 Ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω.
21 Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
22 Θεὸς ὁ ἐξαγαγὼν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ.
23 Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ, καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ Θεός;
24 Ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.
25 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὔτε κατάραις καταράσῃ μοι αὐτὸν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
26 Καὶ ἀποκριθεὶς Βαλαὰμ, εἶπε τῷ Βαλὰκ, οὐκ ἐλάλησά σοι, λέγων, τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ Θεὸς, τοῦτο ποιήσω;
27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
ΑΡΙΘΜΟΙ 23 in μετάφραση των εβδομήκοντα