Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 23

ΑΡΙΘΜΟΙ 23:20-27

Help us?
Click on verse(s) to share them!
20Ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω.
21Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
22Θεὸς ὁ ἐξαγαγὼν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ.
23Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ, καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ Θεός;
24Ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.
25Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὔτε κατάραις καταράσῃ μοι αὐτὸν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
26Καὶ ἀποκριθεὶς Βαλαὰμ, εἶπε τῷ Βαλὰκ, οὐκ ἐλάλησά σοι, λέγων, τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ Θεὸς, τοῦτο ποιήσω;
27Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

Read ΑΡΙΘΜΟΙ 23ΑΡΙΘΜΟΙ 23
Compare ΑΡΙΘΜΟΙ 23:20-27ΑΡΙΘΜΟΙ 23:20-27