Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 24

Acts 24:11-19

Help us?
Click on verse(s) to share them!
11δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δεκαδύο, ἀφ᾿ ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ.
12Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.
13Οὔτε παραστῆσαι δύνανται περὶ ὧν νῦν κατηγοροῦσίν μου.
14Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν Νόμον καὶ τοῖς Προφήταις γεγραμμένοις,
15ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων.
16Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17Δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς,
18ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·
19οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.

Read Acts 24Acts 24
Compare Acts 24:11-19Acts 24:11-19