Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 90:8-16 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 90:8-16 in μετάφραση των εβδομήκοντα

8 Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
9 Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου.
10 Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.
11 Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.
12 Ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
13 Ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
14 Ὅτι ἐπʼ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου.
15 Ἐπικαλέσεται πρὸς μὲ, καὶ εἰσακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.
16 Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
ΨΑΛΜΟΙ 90 in μετάφραση των εβδομήκοντα