Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 73:2-12 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 73:2-12 in μετάφραση των εβδομήκοντα

2 Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.
3 Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
4 Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου·
5 ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν
6 τὰς θύρας αὐτῆς ἐπιτοαυτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν.
7 Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
8 Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, ἡ συγγένεια αὐτῶν ἐπιτοαυτὸ, δεῦτε, καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.
9 Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
10 Ἕως πότε ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
11 Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
12 Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
ΨΑΛΜΟΙ 73 in μετάφραση των εβδομήκοντα