Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 71:9-12 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 71:9-12 in μετάφραση των εβδομήκοντα

9 Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.
10 Βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.
11 Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
12 Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.
ΨΑΛΜΟΙ 71 in μετάφραση των εβδομήκοντα