Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 69:1-5 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 69:1-5 in μετάφραση των εβδομήκοντα

1 Εἰς τὸ τέλος, τῷ Δαυὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.
2 Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες.
3 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κατά·
4 Ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.
5 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διαπαντὸς, μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
ΨΑΛΜΟΙ 69 in μετάφραση των εβδομήκοντα