Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 68:8-13 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 68:8-13 in μετάφραση των εβδομήκοντα

8 Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.
9 Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
10 ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατάφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ.
11 Καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί.
12 Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
13 Κατʼ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
ΨΑΛΜΟΙ 68 in μετάφραση των εβδομήκοντα