Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 55:6-13 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 55:6-13 in μετάφραση των εβδομήκοντα

6 Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
7 Παροικήσουσι καὶ κατακρύψουσιν αὐτοὶ, τὴν πτέρναν μου φυλάξουσι· καθάπερ ὑπέμεινα τῇ ψυχῇ μου.
8 Ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτοὺς ἐν ὀργῇ λαοὺς κατάξεις· ὁ Θεὸς
9 τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.
10 Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ.
11 Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον.
12 Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
13 Ἐν ἐμοὶ ὁ Θεὸς αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου.
ΨΑΛΜΟΙ 55 in μετάφραση των εβδομήκοντα