Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 49:4-14 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 49:4-14 in μετάφραση των εβδομήκοντα

4 Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ.
5 Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις.
6 Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι Θεὸς κριτής ἐστι· διάψαλμα.
7 Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ.
8 Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός.
9 Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιυάρους·
10 Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες.
11 Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν.
12 Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω, ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
13 Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;
14 Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.
ΨΑΛΜΟΙ 49 in μετάφραση των εβδομήκοντα