Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 44:5-11 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 44:5-11 in μετάφραση των εβδομήκοντα

5 καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας καὶ πρᾳΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
6 Τὰ βέλη σου ἠκονημένα δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
7 Ὁ θρόνος σου ὁ Θεὸς εἰς αἰῶνα αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
8 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
9 Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε
10 θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
11 Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.
ΨΑΛΜΟΙ 44 in μετάφραση των εβδομήκοντα