Text copied!
Bibles in Ancient Greek (to 1453)

ΨΑΛΜΟΙ 18:10-14 in Ancient Greek (to 1453)

Help us?

ΨΑΛΜΟΙ 18:10-14 in μετάφραση των εβδομήκοντα

10 Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό·
11 Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
12 Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
13 Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με,
14 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
ΨΑΛΜΟΙ 18 in μετάφραση των εβδομήκοντα