27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
28ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳ⸃ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες⸃,
29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
30Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς⸃.
35Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
36Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς κατὰ ⸂πόλιν πᾶσαν⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
37Βαρναβᾶς δὲ ⸀ἐβούλετο συμπαραλαβεῖν ⸀καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·