Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 9:7-13 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 9:7-13 in μετάφραση των εβδομήκοντα

7 Ὁ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
8 Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε.
9 Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
10 Ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις·
10a τὸ γὰρ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς.
11 Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
12 Υἱὲ ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά·
12a ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα·
12b ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
12c διαπορεύεται δὲ διʼ ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν.
13 Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην.
ΠΑΡΟΙΜΙΑΙ 9 in μετάφραση των εβδομήκοντα