Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 7:17-26 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 7:17-26 in μετάφραση των εβδομήκοντα

17 Διέῤῥαγκα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ·
18 Ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐλκυλισθῶμεν ἔρωτι.
19 Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκω, πεπόρευται δὲ ὁδὸν μακράν,
20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, διʼ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
21 Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
22 Ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς· ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς,
23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ· σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
24 Νῦν οὖν υἱὲ ἄκουέ μου, καὶ πρόσεχε ῥήμασι στόματός μου.
25 Μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου,
26 πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν.
ΠΑΡΟΙΜΙΑΙ 7 in μετάφραση των εβδομήκοντα