Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 7:12-23 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 7:12-23 in μετάφραση των εβδομήκοντα

12 Χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
13 Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτὸν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ,
14 θυσία εἰρηνική μοι ἐστὶ, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου.
15 Ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε.
16 κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου.
17 Διέῤῥαγκα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ·
18 Ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐλκυλισθῶμεν ἔρωτι.
19 Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκω, πεπόρευται δὲ ὁδὸν μακράν,
20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, διʼ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
21 Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
22 Ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς· ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς,
23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ· σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
ΠΑΡΟΙΜΙΑΙ 7 in μετάφραση των εβδομήκοντα