Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 6:9-30 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 6:9-30 in μετάφραση των εβδομήκοντα

9 Ἕως τίνος ὀκνηρὲ κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;
10 ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη.
11 Εἶτʼ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς·
11a ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου· ἡ δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
12 Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς.
13 Ὁ δʼ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδὶ, διδάσκει δὲ ἐννεύμασι δακτύλων.
14 Διεστραμμένη καρδία τεκταίνεται κακὰ, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
15 Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος.
16 Ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεὸς, συντρίβεται δὲ διʼ ἀκαθαρσίαν ψυχῆς.
17 Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος· χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
19 Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀναμέσον ἀδελφῶν.
20 Υἱὲ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
21 Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς, καὶ ἐλκλοίωσαι περὶ σῷ τραχήλῳ·
22 Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω, ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι.
23 Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς, καὶ ἔλεγχος καὶ παιδεία,
24 τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
25 Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.
26 Τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
27 Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;
28 ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει;
29 Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
30 Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν.
ΠΑΡΟΙΜΙΑΙ 6 in μετάφραση των εβδομήκοντα