Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 3:29-35 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 3:29-35 in μετάφραση των εβδομήκοντα

29 Μὴ τεκτῄνῃ ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
30 Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μήτί σε ἐργάσηται κακόν.
31 Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.
32 Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
33 Κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
34 Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
35 Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.
ΠΑΡΟΙΜΙΑΙ 3 in μετάφραση των εβδομήκοντα