3 Ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
4 Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ.
5 Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρʼ ἑαυτῷ.
6 Ἐκ τῶν ὁδῶν ἑαυτοῦ ὄνειδος ποιεῖται ὁ ἀποστείλας διʼ ἀγγέλου ἄφρονος λόγον.