Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 25:2-14 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 25:2-14 in μετάφραση των εβδομήκοντα

2 Δόξα Θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
3 Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
4 Τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν.
5 Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
6 Μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
7 Κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι, ἀνάβαινε πρὸς μὲ, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου· ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε.
8 Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτων· ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος,
9 ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ καταφρόνει,
10 μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλὰ ἔσται σοι ἴση θανάτῳ·
10a χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
11 Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον.
12 Εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς.
13 Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.
14 Ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ.
ΠΑΡΟΙΜΙΑΙ 25 in μετάφραση των εβδομήκοντα