Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 23:9-21 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 23:9-21 in μετάφραση των εβδομήκοντα

9 Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
10 Μὴ μεταθῇς ὅρια αἰώνια, εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
11 Ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος, κραταιός ἐστι, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
12 Δὸς εἰς παιδείαν τὴν καρδίαν σου, τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
13 Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ.
14 Συ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
15 Υἱὲ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
16 καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὦσι.
17 Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.
18 Ἐὰν γὰρ τηρήσῃς αὐτὰ, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
19 Ἄκουε υἱὲ, καὶ σοφὸς γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
20 Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν τε ἀγορασμοῖς.
21 Πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
ΠΑΡΟΙΜΙΑΙ 23 in μετάφραση των εβδομήκοντα