Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 23:17-22 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 23:17-22 in μετάφραση των εβδομήκοντα

17 Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.
18 Ἐὰν γὰρ τηρήσῃς αὐτὰ, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
19 Ἄκουε υἱὲ, καὶ σοφὸς γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
20 Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν τε ἀγορασμοῖς.
21 Πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
22 Ἄκουε, υἱὲ, πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ.
ΠΑΡΟΙΜΙΑΙ 23 in μετάφραση των εβδομήκοντα