Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 22:7-10 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 22:7-10 in μετάφραση των εβδομήκοντα

7 Πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσιν.
8 Ὁ σπείρων φαῦλα θερίσει κακὰ, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει·
8a ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεὸς, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
9 Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ·
9a νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
10 Ἔκβαλε ἐκ συνεδρίου λοιμὸν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος, ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.
ΠΑΡΟΙΜΙΑΙ 22 in μετάφραση των εβδομήκοντα