Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 20:4-9c in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 20:4-9c in μετάφραση των εβδομήκοντα

4 Ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ.
5 Ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρὸς, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
6 Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
7 Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
8 Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
9 Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
9a Κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτὴρ, αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.
9b Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
9c Μὴ εἴπῃς, τίσομαι τὸν ἐχθρὸν, ἀλλʼ ὑπόμεινον τὸν Κύριον, ἵνα σοι βοηθήσῃ.
ΠΑΡΟΙΜΙΑΙ 20 in μετάφραση των εβδομήκοντα