Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 1:1-6 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 1:1-6 in μετάφραση των εβδομήκοντα

1 ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ·
2 γνῶναι σοφίαν καὶ παιδείαν, νοῆσαί τε λόγους φρονήσεως,
3 δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρίμα κατευθύνειν·
4 Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
5 Τῶν δὲ γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται·
6 Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
ΠΑΡΟΙΜΙΑΙ 1 in μετάφραση των εβδομήκοντα