Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 19:6-14 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 19:6-14 in μετάφραση των εβδομήκοντα

6 Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
7 Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται· ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν· ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν, ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται.
8 Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτὸν, ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά.
9 Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὃς δʼ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπʼ αὐτῆς.
10 Οὐ συμφέρει ἄφρονι τρυφὴ, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν.
11 Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
12 Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος· ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
13 Αἰσχύνη πατρὶ υἱὸς ἄφρων, οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
14 Οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παισὶ, παρὰ δὲ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί.
ΠΑΡΟΙΜΙΑΙ 19 in μετάφραση των εβδομήκοντα