Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 17:3-9 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 17:3-9 in μετάφραση των εβδομήκοντα

3 Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
4 Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν.
5 Ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται.
6 Στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν·
6a τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
7 Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ, οὐδὲ δικαίῳ χείλη ψευδῆ.
8 Μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δʼ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται.
9 Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους.
ΠΑΡΟΙΜΙΑΙ 17 in μετάφραση των εβδομήκοντα