Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 17:17-26 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 17:17-26 in μετάφραση των εβδομήκοντα

17 Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται.
18 Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων.
19 Φιλαμαρτήμων χαίρει μάχαις,
20 ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς· ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακὰ,
21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν· οὐκ εὐφραίνεται πατὴρ ἐφʼ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.
22 Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
23 Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοὶ, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
24 Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς.
25 Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν.
26 Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
ΠΑΡΟΙΜΙΑΙ 17 in μετάφραση των εβδομήκοντα