Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 15:5-8 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 15:5-8 in μετάφραση των εβδομήκοντα

5 Ἄφρων μυκτηρίζει παιδείαν πατρὸς, ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος· ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλὴ, οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ἀπολοῦνται.
6 Οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
7 Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
8 Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.
ΠΑΡΟΙΜΙΑΙ 15 in μετάφραση των εβδομήκοντα