Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 13:9-12 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 13:9-12 in μετάφραση των εβδομήκοντα

9 Φῶς δικαίοις διαπαντὸς, φῶς δὲ ἀσεβῶν σβέννυται·
9a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι.
10 Κακὸς μεθʼ ὕβρεως πράσσει κακὰ, οἱ δʼ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
11 Ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας, ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
12 Κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ, τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς, ἐπιθυμία ἀγαθή.
ΠΑΡΟΙΜΙΑΙ 13 in μετάφραση των εβδομήκοντα