Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 12:1-13a in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 12:1-13a in μετάφραση των εβδομήκοντα

1 Ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν· ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων.
2 Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
3 Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
4 Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.
5 Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους.
6 Λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
7 Οὗ ἐὰν στραφῇ ὁ ἀσεβὴς, ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι·
8 Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρὸς, νωθροκάρδιος δὲ μυκτηρίζεται.
9 Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
10 Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
11 Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν·
11a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.
12 Ἐπιθυμίαι ἀσεβῶν κακαὶ, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασι.
13 Διʼ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλὸς, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος·
13a ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
ΠΑΡΟΙΜΙΑΙ 12 in μετάφραση των εβδομήκοντα