Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 11:24-31 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 11:24-31 in μετάφραση των εβδομήκοντα

24 Εἰσὶν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶδέ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
25 Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῇ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
26 Ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
27 Τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθὴν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν.
28 Ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ.
29 Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ.
30 Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρὅν ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων.
31 Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
ΠΑΡΟΙΜΙΑΙ 11 in μετάφραση των εβδομήκοντα