Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 8:5-9 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 8:5-9 in μετάφραση των εβδομήκοντα

5 Καὶ εἶπε Μωυσῆς τῇ συναγωγῇ, τοῦτό ἐστι τὸ ῥῆμα, ὃ ἐνετείλατο Κύριος ποιῆσαι.
6 Καὶ προσήνεγκε Μωυσῆς τὸν Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι.
7 Καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα, καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην, καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην, καὶ ἐπέθηκεν ἐπʼ αὐτὸν τὴν ἐπωμίδα.
8 Καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος, καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ· καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν τὸ λογεῖον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.
9 Καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
ΛΕΥΙΤΙΚΟΝ 8 in μετάφραση των εβδομήκοντα