Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 8:20-31 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 8:20-31 in μετάφραση των εβδομήκοντα

20 Καὶ ἀνήνεγκε Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμά ἐστιν εἰς ὀσμὴν εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
21 Καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
22 Καὶ ἔσφαξεν αὐτόν· καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
23 Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς Ἀαρών· καὶ ἐπέθηκε Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν· καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν· καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
24 Καὶ ἔλαβε τὸ στέαρ, καὶ τὴν ὀσφὺν, καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν.
25 Καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως, τοῦ ὄντος ἔναντι Κυρίου, καὶ ἔλαβεν ἄρτον ἕνα ἄζυμον, καὶ ἄρτον ἐξ ἐλαίου ἕνα, καὶ λάγανον ἓν, καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ, καὶ τὸν βραχίονα τὸν δεξιόν.
26 Καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι Κυρίου.
27 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστι ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ Κυρίῳ.
28 Καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον, ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου, ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως· καὶ ἐγένετο Μωυσῇ ἐν μεριδι, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
29 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ προσέῤῥνεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ.
30 Καὶ ἡγίασεν Ἀαρὼν, καὶ τὰς στολάς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ.
31 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ· καὶ ἐκεῖ φάγεσθε αὐτὰ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι, λέγων, Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά.
ΛΕΥΙΤΙΚΟΝ 8 in μετάφραση των εβδομήκοντα