Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 5:4-11 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 5:4-11 in μετάφραση των εβδομήκοντα

4 Ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθʼ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων.
5 Καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατʼ αὐτῆς.
6 Καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
7 Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα.
8 Καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα· καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ.
9 Καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου· τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι·
10 Καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.
11 Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νοσσούς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί.
ΛΕΥΙΤΙΚΟΝ 5 in μετάφραση των εβδομήκοντα