Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 3:12-16 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 3:12-16 in μετάφραση των εβδομήκοντα

12 Ἐὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ, καὶ προσάξει ἔναντι Κυρίου.
13 Καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
14 Καὶ ἀνοίσει ἀπʼ αὐτοῦ κάρπωμα Κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας.
15 Καὶ ἀμφοτέρους τοὺς νεφροὺς, καὶ πᾶν τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ,
16 καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ· πᾶν τὸ στέαρ τῷ Κυρίῳ.
ΛΕΥΙΤΙΚΟΝ 3 in μετάφραση των εβδομήκοντα