Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 27:2-13 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 27:2-13 in μετάφραση των εβδομήκοντα

2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς, ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ,
3 ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς, ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ·
4 Τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα.
5 Ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα· τῆς δὲ θηλείας, δέκα δίδραχμα.
6 Ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα· τῆς δὲ θηλείας, τρία δίδραχμα ἀργυρίου.
7 Ἐὰν δὲ ἀπὸ ἑξήκοντα ἐτῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πεντεκαίδεκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ θήλεια, δέκα δίδραχμα.
8 Ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως· καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.
9 Ἐὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπʼ αὐτῶν δῶρον τῷ Κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ Κυρίῳ, ἔσται ἅγιον.
10 Οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια.
11 Ἐὰν δὲ πᾶν κτῆνος ἀκάθαρτον, ἀφʼ ὧν οὐ προσφέρεται ἀπʼ αὐτῶν δῶρον τῷ Κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως,
12 καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀναμέσον καλοῦ καὶ ἀναμέσον πονηροῦ· καὶ καθότι ἂν τιμήσηται αὐτὸ ὁ ἱερεὺς, οὕτω στήσεται.
13 Ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτὸ, προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ.
ΛΕΥΙΤΙΚΟΝ 27 in μετάφραση των εβδομήκοντα