Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 26:26-39 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 26:26-39 in μετάφραση των εβδομήκοντα

26 Ἐν τῷ θλίψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε.
27 Ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου, καὶ πορεύησθε πρός με πλάγιοι,
28 καὶ αὐτὸς πορεύσομαι μεθʼ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν.
29 Καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν, καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε.
30 Καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν.
31 Καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους, καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν.
32 Καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπʼ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν, οἱ ἐνοικοῦντες ἐν αὐτῇ.
33 Καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα, καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.
34 Τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς,
35 καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γη, καὶ εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς· σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν.
36 Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐθενὸς διώκοντος.
37 Καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ, οὐθενὸς κατατρέχοντος· καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν.
38 Καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσι, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν.
39 Καὶ οἱ καταλειφθέντες ἀφʼ ὑμῶν, καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.
ΛΕΥΙΤΙΚΟΝ 26 in μετάφραση των εβδομήκοντα