Text copied!
Bibles in Ancient Greek (to 1453)

ΛΕΥΙΤΙΚΟΝ 25:15-26 in Ancient Greek (to 1453)

Help us?

ΛΕΥΙΤΙΚΟΝ 25:15-26 in μετάφραση των εβδομήκοντα

15 Κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γεννημάτων ἀποδώσεταί σοι.
16 Καθότι ἂν πλεῖον τῶν ἐτῶν πληθυνεῖ τὴν ἔγκτησιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν ἐλαττονώσει τὴν ἔγκτησιν αὐτοῦ· ὅτι ἀριθμὸν γεννημάτων αὐτοῦ, οὕτως ἀποδώσεταί σοι.
17 Μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον· καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
18 Καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου, καὶ πάσας τὰς κρίσεις μου, καὶ φυλάξασθε, καὶ ποιήσετε αὐτὰ, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες.
19 Καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονὴν, καὶ κατοικήσετε πεποιθότες ἐπʼ αὐτῆς.
20 Ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γεννήματα ἡμῶν;
21 Καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γεννήματα αὐτῆς εἰς τὰ τρία ἔτη.
22 Καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον, καὶ φάγεσθε ἀπὸ τῶν γεννημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου· ἕως ἂν ἔλθῃ τὸ γέννημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν.
23 Καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου.
24 Καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν, λύτρα δώσετε τῆς γῆς.
25 Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ, καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.
26 Ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων, καὶ εὐπορηθῇ τῇ χειρὶ, καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν, λύτρα αὐτοῦ·
ΛΕΥΙΤΙΚΟΝ 25 in μετάφραση των εβδομήκοντα